Ancient Greek
Section 86
Philo Judaeus, De Cherubim 86
Not analysed yet
τὸ δὲ δόγμα τοῦτ’ ἐστί· μόνος ὁ θεὸς ἀψευδῶς ἑορτάζει· καὶ γὰρ μόνος γήθει καὶ μόνος χαίρει καὶ μόνος εὐφραίνεται καὶ μόνῳ τὴν ἀμιγῆ πολέμου συμβέβηκεν εἰρήνην ἄγειν· ἄλυπός ἐστι καὶ ἄφοβος καὶ ἀκοινώνητος κακῶν, ἀνένδοτος, ἀνώδυνος, ἀκμής, εὐδαιμονίας ἀκράτου μεστός· τελειοτάτη ἡ τούτου φύσις, μᾶλλον δὲ αὐτὸς ἄκρα καὶ τέλος καὶ ὅρος εὐδαιμονίας ὁ θεός, μετέχων μὲν οὐδενὸς ἑτέρου πρὸς βελτίωσιν, τὸ δὲ ἴδιον μεταδεδωκὼς ἅπασι τοῖς ἐν μέρει τῆς τοῦ καλοῦ πηγῆς, ἑαυτοῦ· τὰ γὰρ ἐν κόσμῳ καλὰ οὔποτ’ ἂν ἐγεγένητο τοιαῦτα, μὴ πρὸς ἀρχέτυπον τὸ πρὸς ἀλήθειαν καλὸν τὸ ἀγένητον καὶ μακάριον καὶ ἄφθαρτον ἀπεικονισθέντα.