Ancient Greek
Section 88
Philo Judaeus, De Cherubim 88
Not analysed yet
ἥλιον μὲν γὰρ καὶ σελήνην καὶ τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον, ἅτε καὶ οὐκ ὄντα αὐτεξούσια καὶ κινούμενα καὶ φερόμενα συνεχῶς, θέμις εἰπεῖν κακοπαθεῖν· καὶ τοῦ καμάτου μαρτύριον ἐναργέστατον αἱ ἐτήσιοι ὧραι· τά τε γὰρ συνεκτικώτατα τῶν ἐν οὐρανῷ τὰς κινήσεις ἐναλλάττει, τοτὲ μὲν βορείους τοτὲ δὲ νοτίους τοτὲ δὲ ἀλλοίας ποιούμενα τὰς περιφοράς, ὅ τε ἀὴρ ἀλεαινόμενος καὶ ψυχόμενος καὶ πάσας τροπὰς τρεπόμενος ἐκ τῶν ἰδίων παθημάτων ἐλέγχεται κάμνων, ἐπεὶ τὸ συνεκτικώτατον μεταβολῆς αἴτιον κάματος·