Ancient Greek
Section 93
Philo Judaeus, De Cherubim 93
Not analysed yet
τότε ἀρετὴ μὲν ὡς βλαβερὸν γελᾶται, κακία δὲ ὡς ὠφέλιμον ἁρπάζεται, τότε τὰ μὲν πρακτέα ἄτιμα, τὰ δὲ μὴ πρακτέα ἐπίτιμα, τότε μουσικὴ μὲν καὶ φιλοσοφία καὶ πᾶσα παίδευσις, τὰ τῆς θείας ψυχῆς θεῖα ὡς ἀληθῶς ἀγάλματα, ἀφωνίαν ἴσχει, αἱ δὲ μαστροπεύουσαι καὶ προξενοῦσαι τὰς ἡδονὰς γαστρὶ καὶ τοῖς μετὰ γαστέρα ῥητορεύουσι.