Ancient Greek
Section 96
Philo Judaeus, De Cherubim 96
Not analysed yet
κἂν μέν τι τῶν θρεμμάτων μὴ παντελὲς καὶ ὁλόκληρον εὑρίσκηται, ἔξω περιρραντηρίων ἀπελαύνεται βωμοῖς οὐκ ἐώμενον προσαχθῆναι, καίτοι ταῖς σωματικαῖς λώβαις ἁπάσαις κεχρημένον ἀκουσίοις· κατατετρωμένοι δὲ τὰς ψυχὰς ἐκ νοσημάτων χαλεπῶν, ἃ κακίας ἀμήχανος δύναμις προσέβαλε, μᾶλλον δὲ ἠκρωτηριασμένοι καὶ ἐκτετμημένοι τὰ κάλλιστα, φρόνησιν καρτερίαν δικαιοσύνην εὐσέβειαν, τὰς ἄλλας ὅσας τὸ ἀνθρώπειον γένος χωρεῖν πέφυκεν ἀρετάς, καὶ καθ’ ἑκούσιον γνώμην ἐνδεδεγμένοι τὰς λύμας, ὅμως ἱερουργεῖν τολμῶσι νομίζοντες τὸν τοῦ θεοῦ ὀφθαλμὸν τὰ ἐκτὸς μόνα ὁρᾶν ἡλίου συνεργοῦντος, ἀλλ’ οὐχὶ πρὸ τῶν ἐμφανῶν τὰ ἀφανῆ καταθεᾶσθαι φωτὶ χρώμενον ἑαυτῷ·