Ancient Greek · ~2 min
Section 102
Philo Judaeus, De confusione linguarum 102
Not analysed yet
διὸ καὶ ἐπιλέγεται „ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον„ (Gen. 11,3) —τὸ γὰρ μανὸν καὶ κεχυμένον τῆς μὴ σὺν λόγῳ φορᾶς εἰς ἀντίτυπον καὶ στερεὰν φύσιν πιληθὲν καὶ πυκνωθὲν λόγοις δυνατοῖς καὶ ἀποδείξεσιν ἐχυρωτάταις μετέβαλεν, ἀνδρωθείσης τρόπον τινὰ τῆς τῶν θεωρημάτων καταλήψεως, ἥτις ἐν ἡλικίᾳ διαρρεῖ παιδικῇ διὰ τὴν τῆς ψυχῆς ὑγρότητα μήπω δυναμένης τοὺς ἐνσφραγιζομένους πήττειν καὶ διαφυλάττειν χαρακτῆρας —,"καὶ ἡ ἄσφαλτος ἦν αὐτοῖς πηλός„ (ibid.) ,οὐκ ἔμπαλιν ὁ πηλὸς ἄσφαλτος·