Ancient Greek
Section 108
Philo Judaeus, De confusione linguarum 108
Not analysed yet
ὡς εἰκός, ἀρχέτυποι ἅτε θειοτέρας κατασκευῆς λαχοῦσαι, ἐκεῖναι δὲ μιμήματα ὡς ἂν ἐκ φθαρτῆς οὐσίας συνεστῶσαι. διττὸν δὲ πόλεως εἶδος, τὸ μὲν ἄμεινον, τὸ δὲ χεῖρον, ἄμεινον μὲν τὸ δημοκρατίᾳ χρώμενον ἰσότητα τιμώσῃ πολιτείᾳ, ἧς ἄρχοντές εἰσι νόμος καὶ δίκη —θεοῦ δὲ ὕμνος ἡ τοιάδε —,χεῖρον δὲ τὸ κιβδηλεῦον αὐτήν, ὡς τὸ παράσημον καὶ παρακεκομμένον ἐν νομίσμασιν, ὀχλοκρατία, ἣ θαυμάζει τὸ ἄνισον, ἐν ᾗ ἀδικία καὶ ἀνομία καταδυναστεύουσιν.