Ancient Greek · ~1 min
Section 113
Philo Judaeus, De confusione linguarum 113
Not analysed yet
„πύργος„ δ’ ὡς ἂν ἀκρόπολις κατεσκευάσθω τῇ |τυράννῳ κακίᾳ βασίλειον ὀχυρώτατον, ἧς οἱ μὲν πόδες ἐπὶ γῆς βαινέτωσαν, ἡ δὲ κεφαλὴ πρὸς οὐρανὸν φθανέτω τοσοῦτον ὑπὸ μεγαλαυχίας ὕψος ἐπιβᾶσα.