Ancient Greek · ~2 min
Section 141
Philo Judaeus, De confusione linguarum 141
Not analysed yet
οὗ χάριν καὶ παρὰ τοῖς ἄριστα πολιτευομένοις ἀναγέγραπται νόμος ἀκοῇ μὴ μαρτυρεῖν, ὅτι φύσει τὸ δικαστήριον αὐτῆς πρὸς τὸ δεκάζεσθαι ταλαντεύει· καὶ Μωυσῆς μέντοι φησὶν ἐν τοῖς ἀπαγορευτικοῖς· „οὐ παραδέξῃ ἀκοὴν ματαίαν“ (Exod. 23, 1), οὐχὶ μόνον τοῦτο λέγων, ***παραδέχεσθαι ψευδῆ λόγον ἢ εὐήθη δι’ ἀκοῆς, ἀλλὰ καὶ ὅτι πρὸς τὴν σαφῆ τῆς ἀληθείας κατάληψιν μακρὸν ὅσον ὄψεως ὑστερίζουσα διελέγχεται γέμουσα