Ancient Greek
Section 149
Philo Judaeus, De confusione linguarum 149
Not analysed yet
ἄγαμαι καὶ τῶν ἐν βασιλικαῖς βίβλοις ἱεροφαντηθέντων, καθ’ ἃς οἱ πολλαῖς γενεαῖς ὕστερον ἀκμάσαντες καὶ βιώσαντες ἀνυπαιτίως υἱοὶ τοῦ τὸν θεὸν ὑμνήσαντος Δαβὶδ ἀναγράφονται (III Reg. 15,11 IV Reg. 18, 3 al.) ,οὗ περιόντος οὐδ’ οἱ πρόπαπποι τούτων ἦσαν ἴσως γεγενημένοι· ψυχῶν γὰρ ἀπαθανατιζομένων ἀρεταῖς, οὐ φθαρτῶν σωμάτων ἐστὶ γένεσις, ἣν ἐπὶ τοὺς καλοκἀγαθίας ἡγεμόνας ὡσανεὶ γεννητὰς καὶ πατέρας ἀναφέρεσθαι συμβαίνει.