Ancient Greek · ~2 min
Section 159
Philo Judaeus, De confusione linguarum 159
Not analysed yet
τὸν γοῦν οἰωνόμαντιν καὶ τερατοσκόπον περὶ τὰς ἀβεβαίους εἰκασίας ματαιάζοντα —καὶ γὰρ μάταιος ἑρμηνεύεται Βαλαάμ —φησὶν ὁ νόμος τῷ ὁρῶντι καταράσασθαι καίτοι διὰ τῶν λόγων εὐφήμους ποιησάμενον εὐχάς, σκοπῶν οὐ τὰ λεχθέντα ἃ προμηθείᾳ θεοῦ μετεχαράττετο οἷα δόκιμον ἀντὶ κιβδήλου νόμισμα, τὴν δὲ διάνοιαν, ἐν ᾗ τὰ βλάψοντα πρὸ τῶν ὠφελησόντων ἀνεπολεῖτο. ἔστι δὲ φύσει πολέμια ταῦτα, στοχασμὸς ἀληθείᾳ καὶ ματαιότης ἐπιστήμῃ καὶ ἡ διὰ ἐνθουσιασμοῦ μαντεία νηφούσῃ σοφίᾳ.