Ancient Greek
Section 24
Philo Judaeus, De confusione linguarum 24
Not analysed yet
„ἰδὼν„ γάρ φησι „κύριος ὁ θεός, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ ἐπιμελῶς τὰ πονηρὰ πάσας τὰς ἡμέρας„ ἔγνω τὸν ἄνθρωπον, λέγω δὲ τὸν νοῦν, μετὰ τῶν περὶ αὐτὸν ἑρπετῶν τε καὶ πτηνῶν καὶ τῆς ἄλλης ἀλόγου τῶν ἀτιθάσων θηρίων πληθύος ἐφ’ οἷς ἀνίατα ἠδικήκει τίσασθαι (Gen. 6, 5 —7)· ἡ δὲ τιμωρία κατακλυσμός.