Ancient Greek · ~2 min
Section 117
Philo Judaeus, De congressu eruditionis gratia 117
Not analysed yet
ὁ μὲν δὴ νοητὸς οἶκος οὗτος, αἰσθητὸς δ’ ὁ κόσμος ἐστίν, ἐπεὶ καὶ τὰς αὐλαίας ἐκ τοιούτων συνύφηνεν, ἃ τῶν τεττάρων στοιχείων σύμβολά ἐστιν· ἐκ γὰρ βύσσου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου δημιουργοῦνται (ibid.) ,τεττάρων, ὡς ἔφην, ἀριθμῶν. σύμβολον δὲ γῆς μὲν ἡ βύσσος —φύεται γὰρ ἐκ ταύτης —,ἀέρος δὲ ὁ ὑάκινθος —μέλας γὰρ οὗτος φύσει —,ὕδατος δὲ ἡ πορφύρα —τὸ γὰρ τῆς βαφῆς αἴτιον ἐκ θαλάττης, ἡ ὁμωνυμοῦσα κόγχη —,πυρὸς δὲ τὸ κόκκινον· ἐμφερέστατον γὰρ φλογί.