Ancient Greek
Section 125
Philo Judaeus, De congressu eruditionis gratia 125
Not analysed yet
τίς οὖν ὁ ἐξεταστικὸς καὶ φιλομαθὴς καὶ μηδὲν ἄσκεπτον καὶ ἀδιερεύνητον τῶν ἐγκεκαλυμμένων πραγμάτων παραλιπεῖν ἀξιῶν ἐστιν, ὅτι μὴ ὁ ἀρχιστράτηγος καὶ βασιλεὺς καὶ ταῖς πρὸς θεὸν ὁμολογίαις ἐμμένων τε καὶ χαίρων, ὄνομα Ἰούδας; „ἐξέκλινε“ γάρ φησι „πρὸς αὐτὴν τὴν ὁδὸν καὶ εἶπεν· ἔασόν με εἰσελθεῖν πρὸς σέ“ (ibid. 16) —ἀλλ’ οὐκ ἔμελλε παραβιάζεσθαι —καὶ σκοπεῖν, τίς τε ἡ ἐγκεκαλυμμένη δύναμίς ἐστι καὶ ἐπὶ τί παρεσκεύασται.