Ancient Greek · ~2 min
Section 129
Philo Judaeus, De congressu eruditionis gratia 129
Not analysed yet
ὅσαι μὲν οὖν ψυχαὶ μετὰ φρονήσεως κυοφοροῦσι πραγμάτων τίκτουσιν ὅμως, τὰ συγκεχυμένα διακρίνουσαι καὶ διαστέλλουσαι, καθάπερ ἡ Ῥεβέκκα —λαβοῦσα γὰρ ἐν γαστρὶ τῶν διττῶν διανοίας ἐθνῶν ἐπιστήμην, ἀρετῆς τε καὶ κακίας, εὐτοκίᾳ χρωμένη τὴν ἑκατέρου φύσιν διαστέλλει τε καὶ διακρίνει (Gen. 25,23) —· ὅσαι δὲ ἄνευ φρονήσεως, ἢ ἀμβλίσκουσιν ἢ δύσεριν καὶ σοφιστὴν βάλλοντα καὶ τοξεύοντα (Gen. 21,20) ἢ βαλλόμενον καὶ τοξευόμενον ἀποκύουσι.