Ancient Greek
Section 179
Philo Judaeus, De congressu eruditionis gratia 179
Not analysed yet
φήσει δὲ πάντως· οἶδα καὶ ὑπὸ ἀρετῆς ἐλεγχόμενον καὶ ὑπὸ φρονήσεως παιδευόμενον. διόπερ οὐ πᾶσαν κάκωσιν ἐν αἰτίᾳ τίθεμαι, ἀλλὰ τὴν μὲν δικαιοσύνης καὶ νομοθετικῆς ἔργον οὖσαν —ἐπιπλήξει γὰρ σωφρονίζει —μάλιστα θαυμάζω, τὴν δὲ ἀφροσύνης καὶ κακίας, βλαβερὰν ὑπάρχουσαν, ἀποστρέφομαι καὶ κακίζω δεόντως.