Ancient Greek · ~1 min
Section 3
Philo Judaeus, De congressu eruditionis gratia 3
Not analysed yet
ταύτην Μωυσῆς, τὸ παραδοξότατον, καὶ στεῖραν ἀποφαίνει καὶ πολυγονωτάτην, εἴ γε τὸ πολυανθρωπότατον τῶν ἐθνῶν ἐξ αὐτῆς ὁμολογεῖ γενέσθαι. τῷ γὰρ ὄντι ἡ ἀρετὴ πρὸς μὲν τὰ φαῦλα πάντα ἐστείρωται, τῶν δὲ ἀγαθῶν εὐτοκίᾳ χρῆται τοιαύτῃ, ὡς μηδὲ μαιευτικῆς τέχνης —φθάνει γὰρ ἀποτίκτουσα —δεῖσθαι.