Ancient Greek · ~2 min
Section 44
Philo Judaeus, De congressu eruditionis gratia 44
Not analysed yet
καὶ Ναχὼρ μέντοι, ὁ ἀδελφὸς Ἀβραάμ, ἔχει δύο γυναῖκας, ἀστήν τε καὶ παλλακήν· ὄνομα δὲ τῆς μὲν ἀστῆς Μελχά, Ῥουμὰ δὲ τῆς παλλακίδος (Gen. 22,23. 24). ἀλλ’ οὐχ ἱστορικὴ γενεαλογία ταῦτ’ ἐστὶν ἀναγραφεῖσα παρὰ τῷ σοφῷ νομοθέτῃ —μηδεὶς τοῦτ’ εὖ φρονῶν ὑπονοήσειεν —,ἀλλὰ πραγμάτων ψυχὴν ὠφελῆσαι δυναμένων διὰ συμβόλων ἀνάπτυξις. τὰ δ’ ὀνόματα μεταβαλόντες εἰς τὴν ἡμετέραν διάλεκτον εἰσόμεθα τὴν ὑπόσχεσιν ἀληθῆ. Φέρ’ οὖν ἕκαστον αὐτῶν ἐρευνήσωμεν.