Ancient Greek
Section 51
Philo Judaeus, De congressu eruditionis gratia 51
Not analysed yet
γυνὴ μὲν οὖν ἥδε ἀστή, παλλακὴ δὲ ἡ ἕν τι τῶν ὄντων ὁρῶσα, κἂν εἰ πάντων εὐτελέστατον ὑπάρχοι. τῷ μὲν οὖν ἀρίστῳ γένει τὸ ἄριστον ὁρᾶν, τὸ ὄντως ὄν, συμβέβηκεν —Ἰσραὴλ γὰρ ὁρῶν θεὸν ἑρμηνεύεται —,τῷ δὲ δευτερείων ἐφιεμένῳ τὸ δεύτερον, τὸν αἰσθητὸν οὐρανὸν καὶ τὴν ἐν αὐτῷ τῶν ἀστέρων ἐναρμόνιον τάξιν καὶ πάμμουσον ὡς ἀληθῶς χορείαν.