Ancient Greek · ~2 min
Section 53
Philo Judaeus, De congressu eruditionis gratia 53
Not analysed yet
ὥσπερ γὰρ ἐν ἰατροῖς ἡ λεγομένη λογιατρεία πολὺ τῆς τῶν καμνόντων ὠφελείας ἀποστατεῖ —φαρμάκοις γὰρ καὶ χειρουργίαις καὶ διαίταις, ἀλλ’ οὐ λόγοις, αἱ νόσοι θεραπεύονται —,οὕτω καὶ ἐν φιλοσοφίᾳ λογοπῶλαι καὶ λογοθῆραί τινες αὐτὸ μόνον εἰσί, τὸν ἀρρωστημάτων γέμοντα βίον θεραπεύειν οὔτε ἐθέλοντες οὔτε ἐπιτηδεύοντες, ἐκ πρώτης δὲ ἡλικίας ἄχρι γήρως ἐσχάτου γνωσιμαχοῦντές τε καὶ συλλαβομαχοῦντες οὐκ ἐρυθριῶσιν, ὥσπερ τῆς εὐδαιμονίας ἐπ’ ὀνομάτων καὶ ῥημάτων [καὶ] ἀπεράντῳ καὶ ἀνηνύτῳ περιεργίᾳ κειμένης, ἀλλ’ οὐκ ἐν τῷ τὸ ἦθος, τὴν τοῦ ἀνθρωπείου βίου πηγήν, ἄμεινον καταστήσασθαι, τὰς μὲν κακίας ὑπερορίους φυγαδεύσαντα αὐτοῦ, τὰς δὲ ἀρετὰς εἰσοικίσαντα.