Ancient Greek · ~1 min
Section 59
Philo Judaeus, De congressu eruditionis gratia 59
Not analysed yet
γίνεται οὖν τῷ φαύλῳ ἐξ ἀστῆς μὲν κακία, τὸ δὲ πάθος ἐκ παλλακῆς. λογισμοῦ γὰρ ἡ μὲν ὅλη ψυχὴ καθάπερ ἀστὴ σύμβιος —ψυχὴ δὲ ἐπίληπτος τίκτει κακίας —,ἡ δὲ τοῦ σώματος φύσις παλλακή, δι’ ἧς ἡ γένεσις τοῦ πάθους θεωρεῖται· ἡδονῶν γὰρ καὶ ἐπιθυμιῶν χώρα τὸ σῶμα.