Ancient Greek · ~2 min
Section 70
Philo Judaeus, De congressu eruditionis gratia 70
Not analysed yet
λέγεται γὰρ ἐπὶ τοῦ Ἰακώβ, ἡνίκα εἰς τὸν συγγενικὸν γάμον πέμπεται· „εἰσήκουσεν Ἰακὼβ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ, καὶ ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν“ (Gen. 28,7), οὐ τῆς φωνῆς οὐδὲ τῶν λόγων —τοῦ γὰρ βίου μιμητὴν ἔδει τὸν ἀσκητήν, οὐκ ἀκροατὴν λόγων εἶναι· τοῦτο μὲν γὰρ ἴδιον τοῦ διδασκομένου, ἐκεῖνο δὲ τοῦ διαθλοῦντος —,ἵνα κἀνταῦθα διαφορὰν ἀσκητοῦ καὶ μανθάνοντος καταλάβωμεν, τοῦ μὲν κοσμουμένου κατὰ τὸν λέγοντα, τοῦ δὲ κατὰ τὸν ἐκείνου λόγον.