Ancient Greek
Section 104
Philo Judaeus, De decalogo 104
Not analysed yet
οὐκ ἐπειδὴ πεπλάνηταί τι τῶν κατὰ τὸν οὐρανὸν θείας καὶ μακαρίας καὶ εὐδαίμονος φύσεως μετεσχηκότων, οἷς πᾶσι τὸ ἀπλανὲς οἰκειότατον —τὴν γοῦν ἐν ὁμοίῳ ταυτότητα σῴζοντα δολιχεύει τὸν αἰῶνα μηδεμίαν ἐνδεχόμενα τροπὴν καὶ μεταβολήν —,ἀλλ’ ὅτι περιπολοῦνται ὑπεναντίως τῇ ἀμερίστῳ καὶ ἐξωτάτω σφαίρᾳ, πλάνητες ὠνομάσθησαν οὐ κυρίως ὑπ’ ἀνθρώπων εἰκαιοτέρων, οἳ τὴν ἰδίαν πλάνην τοῖς οὐρανίοις ἐπεφήμισαν, ἃ τὴν τοῦ θείου στρατοπέδου τάξιν οὐδέποτε λείπει.