Ancient Greek
Section 125
Philo Judaeus, De decalogo 125
Not analysed yet
καὶ ἧττον ἂν ἦν δεινόν, εἰ τὸ μῖσος ἐπεδείκνυτο ἐμφανές —τὰ γὰρ ἐν περιόπτῳ ῥᾷον φυλάξασθαι —· νυνὶ δὲ δυσυπονόητον καὶ δυσθήρατόν ἐστι, πανούργοις τέχναις συσκιαζόμενον καὶ τὴν ἐναντίαν ἔστιν ὅτε τοῦ φιλεῖν δόξαν ἐμποιοῦν γοητείαις τισὶ καὶ ἀπάταις.