Ancient Greek
Section 164
Philo Judaeus, De decalogo 164
Not analysed yet
ἕτεροι δ’ εἰσὶ περὶ τοῦ πεντηκοστοῦ ἔτους, ἐν ᾧ τά τε λεχθέντα ἀρτίως ἐπιτελεῖται καὶ —τὸ ἀναγκαιότατον —τῶν κληρουχιῶν ἀποκατάστασις εἰς τοὺς ἐξ ἀρχῆς λαχόντας οἴκους, πρᾶγμα φιλανθρωπίας καὶ δικαιοσύνης μεστόν.