Ancient Greek
Section 66
Philo Judaeus, De decalogo 66
Not analysed yet
ἀλλ’ ὅσοι μὲν ἡλίου καὶ σελήνης καὶ τοῦ σύμπαντος οὐρανοῦ τε καὶ κόσμου καὶ τῶν ἐν αὐτοῖς ὁλοσχερεστάτων μερῶν ὡς θεῶν πρόπολοί τε καὶ θεραπευταί, διαμαρτάνουσι μὲν —πῶς γὰρ οὔ; —τοὺς ὑπηκόους πρὸ τοῦ ἄρχοντος ἀποσεμνύνοντες, ἧττον δὲ τῶν ἄλλων ἀδικοῦσι τῶν ξύλα καὶ λίθους ἄργυρόν τε καὶ χρυσὸν καὶ τὰς παραπλησίους ὕλας μορφωσάντων ὡς φίλον ἑκάστοις, εἶτ’ ἀγαλμάτων καὶ ξοάνων καὶ τῶν ἄλλων χειροκμήτων, ὧν πλαστικὴ καὶ ζωγραφία δημιουργοὶ μεγάλα ἔβλαψαν τὸν βίον τὸν ἀνθρώπινον, καταπλησάντων τὴν οἰκουμένην.