Ancient Greek
Section 69
Philo Judaeus, De decalogo 69
Not analysed yet
ὅθεν τοῖς μὲν ἔλεος ὡς ἠτυχηκόσι, τοῖς δὲ κόλασις ὡς μοχθηροῖς ἕπεται δικαίως, οἳ μετὰ τῶν ἄλλων οὐδὲ τὸ προχειρότατον ἐνενόησαν, ὃ καὶ παῖς „ἔγνω νήπιος“, ὅτι τοῦ τεχνιτευθέντος ὁ τεχνίτης ἀμείνων, καὶ χρόνῳ —πρεσβύτερος γὰρ καὶ τρόπον τινὰ τοῦ δημιουργηθέντος πατήρ —καὶ δυνάμει· τὸ γὰρ δρῶν τοῦ πάσχοντος ἐπικυδέστερον.