Ancient Greek
Fragment 11
Philo Judaeus, De ebrietate ii 11
Not analysed yet
R. f. 276v ἐκ τοῦ περὶ μέθης. Τῶν θείων δωρεῶν ἱκανὸς οὐδεὶς χωρῆσαι τὸ ἄφθονον πλῆθος, ἴσως δὲ οὐδὲ ὁ κόσμος, ἀλλὰ βραχέα δεξάμενος μεγάλαις ἐπιρρεούσαις τῶν θεοῦ χαρισμάτων δωρεαῖς τάχιστα ἀποπληρωθήσεται, ὡς ἀναβλύζεσθαι καὶ ὑπερεκχεῖσθαι. εἰ δὲ τὰς εὐεργεσίας ἀδυνατοῦμεν δέξασθαι, τὰς κολαστηρίους δυνάμεις πῶς ἐπιφερομένας οἴσομεν;