Ancient Greek · ~1 min
Section 115
Philo Judaeus, De ebrietate 115
Not analysed yet
ἐοίκασι γὰρ καὶ οὗτοι πάλιν ἐπινίκιον ᾆσμα ἐξάρχειν τελείων καὶ ἡγεμονικῶν δυνάμεων ἐφιέμενοι— τὸν γὰρ συντιθέντα τὸ κεφάλαιον καὶ πλεῖστον ἀριθμὸν τῶν κατ’ ἀνδρείαν λόγων φασὶ λαβεῖν —,οὓς ἐκ φύσεως εἶναι πολεμικοὺς συμβέβηκε δυσὶν ἀντιτεταγμένους τέλεσιν, ἑνὶ μὲν οὗ ἡ δυσθεράπευτος ἀφηγεῖται δειλία, ἑτέρῳ δὲ οὗ ἡ ἀρειμάνιος θρασύτης· ἀμφότεραι δὲ γνώμης ἀγαθῆς ἀμέτοχοι.