Ancient Greek
Section 120
Philo Judaeus, De ebrietate 120
Not analysed yet
διὸ καὶ πυνθάνεται· „τί τοῦτο ὃ ταχὺ εὗρες, ὦ τέκνον; “τεθαυμακὼς τῆς σπουδαίας διαθέσεως τὴν ὀξύτητα· ὁ δὲ εὖ παθὼν εὐθυβόλως ἀποκρίνεται· „ὃ παρέδωκε κύριος ὁ θεός“ (Gen. 27,20)· παραδόσεις γὰρ καὶ ὑφηγήσεις βραδεῖαι μὲν αἱ δι’ ἀνθρώπων, ὀξύταται δ’ αἱ διὰ θεοῦ, φθάνουσαι καὶ τὴν ὀξυτάτην χρόνου κίνησιν.