Ancient Greek · ~1 min
Section 163
Philo Judaeus, De ebrietate 163
Not analysed yet
τὸ μὲν οὖν πρότερον κακὸν ἔλαττον —κουφοτέρων γὰρ ἁμαρτημάτων καὶ τάχα ἀκουσίων αἴτιον —,τὸ δὲ δεύτερον μεῖζον· μεγάλα γὰρ ἀποτίκτει καὶ οὐκ ἀκούσια μόνον ἀλλ’ ἤδη κἀκ προνοίας ἀδικήματα.