Ancient Greek
Section 185
Philo Judaeus, De ebrietate 185
Not analysed yet
ἡ γὰρ ἐν ταῖς συνθέσεσι ποσότης ὅροις καὶ κανόσι μεμέτρηται, ὧν οὔτε ἐντὸς κάμψαι οὔτε περαιτέρω προελθεῖν ἀσφαλές —τὸ μὲν γὰρ ἔλαττον χαλᾷ, τὸ δὲ πλέον ἐπιτείνει τὰς δυνάμεις· βλαβερὸν δ’ ἑκάτερον, τὸ μὲν ἀδυνατοῦν ἐνεργῆσαι δι’ ἀσθένειαν, τὸ δὲ βλάψαι βιαζόμενον διὰ καρτερωτάτην ἰσχύν —,λειότησί τε αὖ καὶ τραχύτησι, πυκνότησί τε αὖ καὶ πιλήσεσι καὶ τοὐναντίον μανότησι καὶ ἐξαπλώσεσι τὸν εἰς βοήθειαν καὶ βλάβην ἔλεγχον ἐναργῶς διασυνίστησιν.