Ancient Greek · ~2 min
Section 19
Philo Judaeus, De ebrietate 19
Not analysed yet
οἷος ἦν ὁ φάσκων „τίς ἐστιν οὗ ὑπακούσομαι; “καὶ πάλιν „οὐκ οἶδα τὸν κύριον“ (Exod. 5, 2). διὰ μὲν οὖν τῆς προτέρας φωνῆς παρίστησιν, ὅτι οὐκ ἔστι τὸ θεῖον, διὰ δὲ τῆς ἔπειτα, ὅτι, εἰ καὶ ἔστιν, ἀλλά τοι ἀγνοεῖται, ὅπερ ἐκ τοῦ μὴ προνοεῖν συνάγεται· εἰ γὰρ προὐνόει, κἂν ἐγινώσκετο. συμβολάς γε μὴν καὶ ἐράνους φέρειν ἐπὶ μὲν τῇ