Ancient Greek · ~1 min
Section 203
Philo Judaeus, De ebrietate 203
Not analysed yet
οὐκ εἰκότως οὖν τῶν δυεῖν θυγατέρων, βουλῆς τε καὶ συναινέσεως, ἁρμοσθεισῶν καὶ συνευνασθεισῶν ὁ νοῦς ἀγνοίᾳ ἐπιστήμης χρώμενος εἰσάγεται; λέγεται γὰρ ὅτι „οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὰς καὶ ἀναστῆναι“ (Gen. 19,33. 35)·