Ancient Greek · ~1 min
Section 21
Philo Judaeus, De ebrietate 21
Not analysed yet
αἱ μὲν οὖν πρὸς τὸ ἄριστον συμβολαὶ πόθος ἀρετῆς, τῶν καλῶν ζῆλος, μελέται συνεχεῖς, ἀσκήσεις ἐπίμονοι, ἄτρυτοι καὶ ἀκμῆτες πόνοι, αἱ δὲ πρὸς τὸ ἐναντίον ἄνεσις, ῥᾳθυμία, τρυφή, θρύψις, παντελὴς ἐκδιαίτησις.