Ancient Greek · ~1 min
Section 219
Philo Judaeus, De ebrietate 219
Not analysed yet
ἰχθύας δὲ καὶ ὄρνεις καὶ τὰ παραπλήσια ποικίλως ἀρτῦσαι καὶ κατασκευάσαι καὶ ὅσα ἄλλα ὄψα |ἡδῦναι περιττοὶ τὴν ἐπιστήμην εἰσὶν εὐτρεπεῖς ὀψαρτυταί, μυρία χωρὶς ὧν ἤκουσαν ἢ εἶδον ἄλλ’ ἐκ τῆς συνεχοῦς μελέτης καὶ τριβῆς τῶν εἰς ἁβροδίαιτον καὶ τεθρυμμένον τὸν ἀβίωτον βίον ἐπινοῆσαι δεινοί.