Ancient Greek · ~2 min
Section 23
Philo Judaeus, De ebrietate 23
Not analysed yet
τὸν αὐτὸν δὴ τρόπον καὶ ὅσοι φέρουσιν ἐράνους ἐπὶ καθαιρέσει παιδείας, τὸ κυριώτατον τῶν ἐν αὐτοῖς ζημιοῦσι, διάνοιαν, ἀποκόπτοντες αὐτῆς τὰ σωτήρια, φρόνησιν καὶ σωφροσύνην, ἔτι δὲ ἀνδρείαν καὶ δικαιοσύνην. διό μοι δοκεῖ καὶ αὐτὸς ὀνόματι συνθέτῳ χρῆσθαι τῷ „συμβολοκοπῶν“ πρὸς δήλωσιν ἐναργεστέραν τοῦ σημαινομένου, διότι τὰ κατὰ ἀρετῆς ἐπιχειρήματα ὥσπερ τινὰς συμβολὰς καὶ ἐράνους εἰσφέροντες τιτρώσκουσι καὶ διαιροῦσι καὶ συγκόπτουσι μέχρι παντελοῦς φθορᾶς τὰς φιληκόους καὶ φιλομαθεῖς