Ancient Greek · ~1 min
Section 25
Philo Judaeus, De ebrietate 25
Not analysed yet
τὸν δὲ κομίζοντα τὰς συμβολὰς καὶ ταύτῃ μάλιστ’ ἄν τις αἰτιάσαιτο, ὅτι οὐ μόνον ἀδικεῖν, ἀλλὰ καὶ συναδικεῖν ἔγνωκεν ἑτέροις ἀξιῶν τὰ μὲν αὐτὸς εἰσηγεῖσθαι, τὰ δ’ εἰσηγουμένων ἄλλων ἀκροᾶσθαι, ὅπως καὶ φύσει καὶ μαθήσει διαμαρτάνων μηδεμίαν εἰς σωτηρίαν ὑπολείπηται χρηστὴν ἐλπίδα ἑαυτῷ, καὶ ταῦτα νόμου διειρηκότος "μὴ γίνεσθαι μετὰ πολλῶν ἐπὶ κακίᾳ“ (Exod. 23,2)·