Ancient Greek · ~1 min
Section 39
Philo Judaeus, De ebrietate 39
Not analysed yet
„ἐξάραντες“, γάρ φησιν, ἡμεῖς καὶ ἀποκόψαντες τῆς διανοίας τὸν κενὸν τῦφον μετανιστάμεθα εἰς τὸν ἐπιστήμης τόπον, ὃν χρησμοῖς καὶ ὁμολογίαις θείαις λαμβάνομεν· „ἴθι δὴ μεθ’ ἡμῶν καὶ εὖ σε ποιήσομεν“ (Num. 10, 29)· ἀποβαλεῖς μὲν γὰρ τὴν βλαβερωτάτην δόκησιν, κτήσῃ δὲ τὴν ὠφελιμωτάτην ἀλήθειαν.