Ancient Greek · ~1 min
Section 45
Philo Judaeus, De ebrietate 45
Not analysed yet
θεοῖς οὖν τοῖς ψευδωνύμοις οὐκ ἄν τις τὸν ἀληθῆ θεὸν συγκρίνειν ὑπέμενεν, εἴπερ ἀψευδῶς ἐγίνωσκεν αὐτόν· ἀλλ’ ἡ ἀνεπιστημοσύνη τοῦ ἑνὸς τὴν ἐπὶ πολλοῖς ὡς ὑπάρχουσι, πρὸς ἀλήθειαν οὐκ οὖσι, δόξαν εἰργάσατο.