Ancient Greek · ~1 min
Section 5
Philo Judaeus, De ebrietate 5
Not analysed yet
καὶ ἔστιν ἰδεῖν τοὺς μὲν αὐτῶν ἀφραίνοντάς τε καὶ ληροῦντας, τοὺς δ’ ἀναισθησίᾳ παντελεῖ κατεσχημένους, τοὺς δὲ μηδέποτε πληρουμένους, αἰεὶ δὲ τῶν ἀνηνύτων διψῶντας διὰ χηρείαν ἐπιστήμης, τοὺς δ’ ἔμπαλιν γανουμένους καὶ εὐφραινομένους, τοὺς δὲ τῷ ὄντι γυμνουμένους.