Ancient Greek · ~2 min
Section 58
Philo Judaeus, De ebrietate 58
Not analysed yet
ἀλλ’ ἕως μὲν οὐδὲν τούτων πάρεστιν, ὑψηγοροῦμεν ὡς ὀλιγοδεΐας ἑταῖροι τὸν αὐταρκέστατον καὶ δικαιότατον καὶ ἐλευθέροις καὶ εὐγενέσιν ἁρμόττοντα περιποιούσης βίον· ἐπειδὰν δέ τινος τῶν εἰρημένων ἐλπὶς ἢ ἐλπίδος αὐτὸ μόνον αὔρα βραχεῖα καταπνεύσῃ, διελεγχόμεθα· ὑπείκοντες γὰρ εὐθὺς ἐνδίδομεν καὶ ἀντιβῆναι καὶ ἀντισχεῖν οὐ δυνάμεθα, προδοθέντες δ’ ὑπὸ τῶν φίλων αἰσθήσεων ὅλην τὴν ψυχῆς συμμαχίαν ἐκλείπομεν καὶ οὐκέτι λανθάνοντες ἀλλ’ ἤδη φανερῶς αὐτομολοῦμεν·