Ancient Greek · ~1 min
Section 72
Philo Judaeus, De ebrietate 72
Not analysed yet
οὗτός ἐστιν ὁ „λέγων τῷ πατρὶ καὶ τῇ μητρί“, τοῖς θνητοῖς γονεῦσιν, „οὐχ ἑώρακα ὑμᾶς“, ἀφ’ οὗ τὰ θεῖα εἶδον, ὁ „μὴ γνωρίζων τοὺς υἱούς“, ἀφ’ οὗ γνώριμος σοφίας ἐγένετο, ὁ „ἀπογινώσκων τοὺς ἀδελφούς“ (Deut. 33,9), ἀφ’ οὗ μὴ ἀπεγνώσθη παρὰ θεῷ, ἀλλὰ σωτηρίας ἠξιώθη παντελοῦς.