Ancient Greek · ~2 min
Section 75
Philo Judaeus, De ebrietate 75
Not analysed yet
τό τε γὰρ τὴν ἐν τῷ σπουδαζομένῳ παρὰ τοῖς πολλοῖς ἀνθρώποις βίῳ δυσάλωτον στρατείαν καὶ τὸν ἐν ψυχῇ τῶν ἐπιθυμιῶν ἐμφύλιον πόλεμον καταλῦσαι δυνηθέντα εἰρήνην βεβαιώσασθαι μέγα καὶ λαμπρὸν ἔργον, τό τε μηδὲν ἄλλο, μὴ πλοῦτον, μὴ δόξαν, μὴ τιμήν, μὴ ἀρχήν, μὴ κάλλος, μὴ ἰσχύν, μὴ ὅσα σώματος πλεονεκτήματα, μηδ’ αὖ γῆν ἢ οὐρανὸν ἢ τὸν σύμπαντα κόσμον, ἀλλὰ τὸ πρεσβύτατον τῶν αἰτίων τὸ πρὸς ἀλήθειαν θεραπείας καὶ τῆς ἀνωτάτω τιμῆς ἀξιώσαντα μόνον τὴν ἱερωσύνης λαβεῖν τάξιν θαυμαστὸν καὶ περιμάχητον.