Ancient Greek · ~1 min
Section 8
Philo Judaeus, De ebrietate 8
Not analysed yet
ὥσπερ γὰρ ἡδονὴν καὶ ἀλγηδόνα φύσει μαχομένας, ὡς ὁ παλαιὸς λόγος, εἰς μίαν κορυφὴν συνάψας ὁ θεὸς ἑκατέρας αἴσθησιν οὐκ ἐν ταὐτῷ, διαλλάττουσι δὲ χρόνοις ἐνειργάσατο κατὰ τὴν φυγὴν τῆς ἑτέρας κάθοδον τῇ ἐναντίᾳ ψηφισάμενος, οὕτως ἀπὸ μιᾶς ῥίζης τοῦ ἡγεμονικοῦ τά τε ἀρετῆς καὶ κακίας διττὰ ἀνέδραμεν ἔρνη μήτε βλαστάνοντα μήτε καρποφοροῦντα ἐν ταὐτῷ·