Ancient Greek · ~1 min
Section 80
Philo Judaeus, De ebrietate 80
Not analysed yet
ταῖς ἰδίαις δόξαις ἐγκαταποθέντων (Exod. 14, 27. 28). λέγωμεν τοίνυν ἑξῆς καὶ περὶ τῶν τούτοις μὲν ἐχθρῶν, παιδείαν δὲ καὶ ὀρθὸν λόγον ἐκτετιμηκότων, ὧν ἦσαν οἱ τῷ ἑτέρῳ τῶν γονέων προσκείμενοι, τῆς ἀρετῆς ἡμιτελεῖς χορευταί. οὗτοι τοίνυν καὶ νόμων, οὓς ὁ πατήρ, ὁ ὀρθὸς λόγος, ἔθηκεν, ἄριστοι φύλακες καὶ ἐθῶν πιστοὶ ταμίαι, ἅπερ ἡ παιδεία, μήτηρ αὐτῶν, εἰσηγήσατο.