Ancient Greek · ~1 min
Section 98
Philo Judaeus, De ebrietate 98
Not analysed yet
μάρτυς δ’ ὁ πεπονθὼς ἀψευδέστατος· ἀκούσας γὰρ τῆς φωνῆς τοῦ λαοῦ κεκραγότων λέγει πρὸς τὸν σκεπτικὸν καὶ ἐπίσκοπον τῶν πραγμάτων· „φωνὴ πολέμου ἐν τῇ παρεμβολῇ. “ἕως μὲν γὰρ οὐκ ἐκινοῦντο καὶ ἐκεκράγεσαν ἐν ἡμῖν αἱ ἄλογοι ὁρμαί, σταθερώτερον ὁ νοῦς ἵδρυτο· ἐπειδὴ δὲ ἤρξαντο πολύφωνον καὶ πολύηχον ἀπεργάζεσθαι τὸ ψυχῆς χωρίον τὰ πάθη συγκαλοῦσαι καὶ ἀνεγείρουσαι, στάσιν ἐμφύλιον ἐγέννησαν.