Ancient Greek · ~1 min
Section 131
Philo Judaeus, De fuga et inventione 131
Not analysed yet
„ἀπήρκασι γὰρ ἐντεῦθεν“, τὰς μὲν ἡμετέρας σπουδὰς ἐκλιπόντες, μετοικισάμενοι δ’ εἰς τὸν ἔρημον κακῶν εὐσεβῶν χῶρον. λέγει δὲ ταῦτα ὁὁ ἀληθινὸς ἄνθρωπος, ὁὁ ἐπὶ ψυχῆς ἔλεγχος, ὃς ἀποροῦσαν καὶ σκεπτομένην καὶ ζητοῦσαν αὐτὴν ἰδὼν εὐλαβεῖται, μὴ πλανηθεῖσα διαμάρτῃ τῆς ὀρθῆς ὁδοῦ.