Ancient Greek · ~2 min
Section 137
Philo Judaeus, De fuga et inventione 137
Not analysed yet
ζητήσαντες καὶ τί τὸ τρέφον ἐστὶ τὴν ψυχήν —„οὐ γὰρ“ ᾗ φησι Μωυσῆς „ᾔδεισαν τί ἦν“ (Exod. 16, 15) —εὗρον μαθόντες ῥῆμα θεοῦ καὶ λόγον θεῖον, ἀφ’ οὗ πᾶσαι παιδεῖαι καὶ σοφίαι ῥέουσιν ἀένναοι. ἥδ’ ἐστὶν ἡ οὐράνιος τροφή, μηνύεται δ’ ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς ἐκ προσώπου τοῦ αἰτίου λέγοντος· „ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ“ (ibid. 4)· τῷ γὰρ ὄντι τὴν αἰθέριον σοφίαν ὁ θεὸς ταῖς εὐφυέσι καὶ φιλοθεάμοσιν ἄνωθεν ἐπιψεκάζει διανοίαις·