Ancient Greek · ~2 min
Section 141
Philo Judaeus, De fuga et inventione 141
Not analysed yet
ζητήσεις δ’ αἱ τῶν κατὰ μέρος ἔχουσι μὲν γλαφυρὰν θεωρίαν καὶ φιλόσοφον —πῶς γὰρ οὔ; —,ἡ δὲ τοῦ τῶν ὄντων ἀρίστου καὶ ἀσυγκρίτου καὶ πάντων αἰτίου θεοῦ ζήτησις εὐφραίνει μὲν εὐθὺς ἰόντας ἐπὶ τὴν σκέψιν, ἀτελὴς δ’ οὐ γίνεται, προϋπαντῶντος διὰ τὴν ἵλεω φύσιν ἑαυτοῦ ταῖς παρθένοις χάρισι καὶ ἐπιδεικνυμένου ἑαυτὸν τοῖς γλιχομένοις ἰδεῖν, οὐχ οἷός ἐστιν —ἀμήχανον γάρ, ἐπεὶ καὶ Μωυσῆς „ἀπέστρεψε τὸ πρόσωπον· εὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ θεοῦ“ (Exod. 3,6) —,ἀλλ’ ὡς ἐνεχώρει γενητὴν φύσιν τῇ ἀπερινοήτῳ δυνάμει προσβαλεῖν.