Ancient Greek
Section 145
Philo Judaeus, De fuga et inventione 145
Not analysed yet
ἤδη τινὲς καὶ ἀντὶ πυλωρῶν βασιλεῖς ἐθελήσαντες γενέσθαι καὶ τὸ κάλλιστον ἐν βίῳ, τάξιν, καταλῦσαι οὐ μόνον τῆς ἀδίκως ἐλπισθείσης εὐπραγίας ἐσφάλησαν, ἀλλὰ καὶ ἣν ἐν χερσὶν εἶχον ἐκβαλεῖν ἠναγκάσθησαν. ἱερωσύνης γὰρ τοὺς Κορὲ θιασώτας ὀρεχθέντας ***ὁ νόμος διαμαρτεῖν φησιν ἀμφοῖν (Num. 16).